10
Αὐτὸς δὲ ἐγὼ Παῦλος παρακαλῶ ὑμᾶς διὰ τῆς * πραοτητος ¦ πραυτητος CTπρᾳότητος καὶ επιεικειας ¦ επιεικιας WHἐπιεικείας τοῦ Χριστοῦ, ὃς κατὰ πρόσωπον μὲν ταπεινὸς ἐν ὑμῖν, ἀπὼν δὲ θαρρῶ εἰς ὑμᾶς· δέομαι δέ, τὸ μὴ παρὼν θαρρῆσαι τῇ πεποιθήσει ᾗ λογίζομαι τολμῆσαι ἐπί τινας τοὺς λογιζομένους ἡμᾶς ὡς κατὰ σάρκα περιπατοῦντας. Ἐν σαρκὶ γὰρ περιπατοῦντες, οὐ κατὰ σάρκα στρατευόμεθα— τὰ γὰρ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικά, ἀλλὰ δυνατὰ τῷ Θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων— λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ, καὶ ἐν ἑτοίμῳ ἔχοντες ἐκδικῆσαι πᾶσαν παρακοήν, ὅταν πληρωθῇ ὑμῶν ἡ ὑπακοή.
Τὰ κατὰ πρόσωπον βλέπετε; Εἴ τις πέποιθεν ἑαυτῷ Χριστοῦ εἶναι, τοῦτο λογιζέσθω πάλιν αφ ¦ εφ CTἀφ᾽ ἑαυτοῦ, ὅτι καθὼς αὐτὸς Χριστοῦ, οὕτω καὶ ἡμεῖς § χριστου ¦ — CTΧριστοῦ. Ἐάν τε γὰρ * και ¦ — CTκαὶ περισσότερόν τι καυχήσωμαι περὶ τῆς ἐξουσίας ἡμῶν—ἧς ἔδωκεν ὁ Κύριος ημιν ¦ — CTἡμῖν εἰς οἰκοδομήν, καὶ οὐκ εἰς καθαίρεσιν ὑμῶν—οὐκ αἰσχυνθήσομαι· ἵνα μὴ δόξω ὡς ἂν ἐκφοβεῖν ὑμᾶς διὰ τῶν ἐπιστολῶν. 10 Ὅτι, Αἱ μεν επιστολαι ¦ επιστολαι μεν CTμὲν ἐπιστολαί, φησί, βαρεῖαι καὶ ἰσχυραί· ἡ δὲ παρουσία τοῦ σώματος ἀσθενής, καὶ ὁ λόγος ἐξουθενημένος. 11 Τοῦτο λογιζέσθω ὁ τοιοῦτος, ὅτι οἷοί ἐσμεν τῷ λόγῳ δι᾽ ἐπιστολῶν ἀπόντες, τοιοῦτοι καὶ παρόντες τῷ ἔργῳ.
12 Οὐ γὰρ τολμῶμεν § εγκριναι ¦ ενκριναι TH WHἐγκρῖναι ἢ * συγκριναι ¦ συνκριναι TH WHσυγκρῖναι ἑαυτούς τισι τῶν ἑαυτοὺς συνιστανόντων· αλλα ¦ αλλ NA28ἀλλὰ αὐτοὶ ἐν ἑαυτοῖς ἑαυτοὺς μετροῦντες, καὶ συγκρινοντες ¦ συνκρινοντες TH WHσυγκρίνοντες ἑαυτοὺς ἑαυτοῖς, οὐ § συνιουσιν 85% ¦ συνιασιν CT 4%συνιοῦσιν. 13 Ἡμεῖς δὲ * ουχι ¦ ουκ CTοὐχὶ εἰς τὰ ἄμετρα καυχησόμεθα, ἀλλὰ κατὰ τὸ μέτρον τοῦ κανόνος οὗ ἐμέρισεν ἡμῖν ὁ Θεός, μέτρου, ἐφικέσθαι ἄχρι καὶ ὑμῶν. 14 Οὐ γὰρ ὡς μὴ ἐφικνούμενοι εἰς ὑμᾶς ὑπερεκτείνομεν ἑαυτούς· ἄχρι γὰρ καὶ ὑμῶν ἐφθάσαμεν ἐν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ· 15 οὐκ εἰς τὰ ἄμετρα καυχώμενοι, ἐν ἀλλοτρίοις κόποις, ἐλπίδα δὲ ἔχοντες, αὐξανομένης τῆς πίστεως ὑμῶν, ἐν ὑμῖν μεγαλυνθῆναι κατὰ τὸν κανόνα ἡμῶν εἰς περισσείαν, 16 εἰς τὰ ὑπερέκεινα ὑμῶν εὐαγγελίσασθαι, οὐκ ἐν ἀλλοτρίῳ κανόνι εἰς τὰ ἕτοιμα καυχήσασθαι. 17 Ὁ δὲ καυχώμενος, ἐν Κυρίῳ καυχάσθω. 18 Οὐ γὰρ ὁ ἑαυτὸν συνιστων ¦ συνιστανων CTσυνιστῶν, ἐκεῖνός ἐστι δόκιμος, αλλ ¦ αλλα NA27 SBL WHἀλλ᾽ ὃν ὁ Κύριος συνίστησιν.

*10:1 πραοτητος ¦ πραυτητος CT

10:1 επιεικειας ¦ επιεικιας WH

10:7 αφ ¦ εφ CT

§10:7 χριστου ¦ — CT

*10:8 και ¦ — CT

10:8 ημιν ¦ — CT

10:10 μεν επιστολαι ¦ επιστολαι μεν CT

§10:12 εγκριναι ¦ ενκριναι TH WH

*10:12 συγκριναι ¦ συνκριναι TH WH

10:12 αλλα ¦ αλλ NA28

10:12 συγκρινοντες ¦ συνκρινοντες TH WH

§10:12 συνιουσιν 85% ¦ συνιασιν CT 4%

*10:13 ουχι ¦ ουκ CT

10:18 συνιστων ¦ συνιστανων CT

10:18 αλλ ¦ αλλα NA27 SBL WH