2
1 Ἔπειτα διὰ δεκατεσσάρων ἐτῶν πάλιν ἀνέβην εἰς Ἱεροσόλυμα μετὰ Βαρνάβα, * συμπαραλαβων ¦ συνπαραλαβων TH WHσυμπαραλαβὼν καὶ Τίτον· 2 ἀνέβην δὲ κατὰ ἀποκάλυψιν, καὶ ἀνεθέμην αὐτοῖς τὸ εὐαγγέλιον ὃ κηρύσσω ἐν τοῖς ἔθνεσι, κατ᾽ ἰδίαν δὲ τοῖς δοκοῦσι, μήπως εἰς κενὸν τρέχω ἢ ἔδραμον. 3 Ἀλλ᾽ οὐδὲ Τίτος ὁ σὺν ἐμοί, Ἕλλην ὤν, ἠναγκάσθη περιτμηθῆναι· 4 διὰ δὲ τοὺς παρεισάκτους ψευδαδέλφους, οἵτινες παρεισῆλθον κατασκοπῆσαι τὴν ἐλευθερίαν ἡμῶν ἣν ἔχομεν ἐν Χριστῷ Ἰησοῦ, ἵνα ἡμᾶς † καταδουλωσωνται ¦ καταδουλωσουσιν CTκαταδουλώσωνται· 5 οἷς οὐδὲ πρὸς ὥραν εἴξαμεν τῇ ὑποταγῇ, ἵνα ἡ ἀλήθεια τοῦ εὐαγγελίου διαμείνῃ πρὸς ὑμᾶς. 6 Ἀπὸ δὲ τῶν δοκούντων εἶναί τι—ὁποῖοί ποτε ἦσαν οὐδέν μοι διαφέρει· πρόσωπον ‡ θεος ¦ ο θεος NA WHΘεὸς ἀνθρώπου οὐ λαμβάνει—§ εμοι ¦ μοι SBLἐμοὶ γὰρ οἱ δοκοῦντες οὐδὲν προσανέθεντο· 7 ἀλλὰ τοὐναντίον, ἰδόντες ὅτι πεπίστευμαι τὸ εὐαγγέλιον τῆς ἀκροβυστίας, καθὼς Πέτρος τῆς περιτομῆς— 8 ὁ γὰρ ἐνεργήσας Πέτρῳ εἰς ἀποστολὴν τῆς περιτομῆς, ἐνήργησε καὶ ἐμοὶ εἰς τὰ ἔθνη— 9 καὶ γνόντες τὴν χάριν τὴν δοθεῖσάν μοι, Ἰάκωβος καὶ Κηφᾶς καὶ * ιωαννης ¦ ιωανης WHἸωάννης, οἱ δοκοῦντες στύλοι εἶναι, δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ κοινωνίας, ἵνα ἡμεῖς † μεν ¦ — ANT BYZ CT HF TRμὲν εἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περιτομήν· 10 μόνον τῶν πτωχῶν ἵνα μνημονεύωμεν, ὃ καὶ ἐσπούδασα αὐτὸ τοῦτο ποιῆσαι.
11 Ὅτε δὲ ἦλθε ‡ πετρος 92.3% ¦ κηφας CT 6.3%Πέτρος εἰς Ἀντιόχειαν, κατὰ πρόσωπον αὐτῷ ἀντέστην, ὅτι κατεγνωσμένος ἦν. 12 Πρὸ τοῦ γὰρ ἐλθεῖν τινας ἀπὸ Ἰακώβου, μετὰ τῶν ἐθνῶν συνήσθιεν· ὅτε δὲ ἦλθον, ὑπέστελλε καὶ ἀφώριζεν ἑαυτόν, φοβούμενος τοὺς ἐκ περιτομῆς. 13 Καὶ συνυπεκρίθησαν αὐτῷ καὶ οἱ λοιποὶ Ἰουδαῖοι, ὥστε καὶ Βαρνάβας συναπήχθη αὐτῶν τῇ ὑποκρίσει. 14 Ἀλλ᾽ ὅτε εἶδον ὅτι οὐκ ὀρθοποδοῦσι πρὸς τὴν ἀλήθειαν τοῦ εὐαγγελίου, εἶπον τῷ § πετρω 91.7% ¦ κηφα CT 4.8%Πέτρῳ ἔμπροσθεν πάντων, Εἰ σύ, Ἰουδαῖος ὑπάρχων, ἐθνικῶς * ζης και ουκ ιουδαικως 77.9% ¦ και ουχι ιουδαικως ζης NA 1.8% ¦ και ουκ ιουδαικως ζης SBL TH WH 1.6%ζῇς καὶ οὐκ Ἰουδαϊκῶς, † τι ¦ πως CTτί τὰ ἔθνη ἀναγκάζεις Ἰουδαΐζειν;
15 Ἡμεῖς φύσει Ἰουδαῖοι καὶ οὐκ ἐξ ἐθνῶν ἁμαρτωλοί, 16 ‡ ειδοτες ¦ ειδοτες δε ANT CTεἰδότες ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου, ἐὰν μὴ διὰ πίστεως § ιησου χριστου ¦ χριστου ιησου WHἸησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐκ πίστεως Χριστοῦ, καὶ οὐκ ἐξ ἔργων νόμου· * διοτι ου δικαιωθησεται εξ εργων νομου ¦ οτι εξ εργων νομου ου δικαιωθησεται CTδιότι οὐ δικαιωθήσεται ἐξ ἔργων νόμου πᾶσα σάρξ. 17 Εἰ δέ, ζητοῦντες δικαιωθῆναι ἐν Χριστῷ, εὑρέθημεν καὶ αὐτοὶ ἁμαρτωλοί, ἆρα Χριστὸς ἁμαρτίας διάκονος; Μὴ γένοιτο. 18 Εἰ γὰρ ἃ κατέλυσα, ταῦτα πάλιν οἰκοδομῶ, παραβάτην ἐμαυτὸν † συνιστημι ¦ συνιστανω CTσυνίστημι. 19 Ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον, ἵνα Θεῷ ζήσω. 20 Χριστῷ συνεσταύρωμαι· ζῶ δέ, οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός· ὃ δὲ νῦν ζῶ ἐν σαρκί, ἐν πίστει ζῶ τῇ τοῦ υἱοῦ τοῦ Θεοῦ, τοῦ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ. 21 Οὐκ ἀθετῶ τὴν χάριν τοῦ Θεοῦ· εἰ γὰρ διὰ νόμου δικαιοσύνη, ἄρα Χριστὸς δωρεὰν ἀπέθανεν.
*2:1 συμπαραλαβων ¦ συνπαραλαβων TH WH
†2:4 καταδουλωσωνται ¦ καταδουλωσουσιν CT
‡2:6 θεος ¦ ο θεος NA WH
§2:6 εμοι ¦ μοι SBL
*2:9 ιωαννης ¦ ιωανης WH
†2:9 μεν ¦ — ANT BYZ CT HF TR
‡2:11 πετρος 92.3% ¦ κηφας CT 6.3%
§2:14 πετρω 91.7% ¦ κηφα CT 4.8%
*2:14 ζης και ουκ ιουδαικως 77.9% ¦ και ουχι ιουδαικως ζης NA 1.8% ¦ και ουκ ιουδαικως ζης SBL TH WH 1.6%
†2:14 τι ¦ πως CT
‡2:16 ειδοτες ¦ ειδοτες δε ANT CT
§2:16 ιησου χριστου ¦ χριστου ιησου WH
*2:16 διοτι ου δικαιωθησεται εξ εργων νομου ¦ οτι εξ εργων νομου ου δικαιωθησεται CT
†2:18 συνιστημι ¦ συνιστανω CT