3
Ὦ ἀνόητοι Γαλάται, τίς ὑμᾶς * εβασκανε ¦ εβασκηνε PCKἐβάσκανε τη αληθεια μη πειθεσθαι 92% ¦ — CT 3.1%τῇ ἀληθείᾳ μὴ πείθεσθαι, οἷς κατ᾽ ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη εν υμιν 86.5% ¦ — CT 9%ἐν ὑμῖν ἐσταυρωμένος; Τοῦτο μόνον θέλω μαθεῖν ἀφ᾽ ὑμῶν, ἐξ ἔργων νόμου τὸ πνεῦμα ἐλάβετε, ἢ ἐξ ἀκοῆς πίστεως; Οὕτως ἀνόητοί ἐστε; Ἐναρξάμενοι πνεύματι, νῦν σαρκὶ ἐπιτελεῖσθε; Τοσαῦτα ἐπάθετε εἰκῇ; Εἴγε καὶ εἰκῇ. Ὁ οὖν ἐπιχορηγῶν ὑμῖν τὸ πνεῦμα καὶ ἐνεργῶν δυνάμεις ἐν ὑμῖν, ἐξ ἔργων νόμου, ἢ ἐξ ἀκοῆς πίστεως; Καθὼς Ἀβραὰμ ἐπίστευσε τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.
Γινώσκετε ἄρα ὅτι οἱ ἐκ πίστεως, οὗτοί § εισιν υιοι ¦ υιοι εισιν CTεἰσιν υἱοὶ Ἀβραάμ. Προϊδοῦσα δὲ ἡ γραφὴ ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη ὁ Θεός, προευηγγελίσατο τῷ Ἀβραὰμ ὅτι * ενευλογηθησονται ¦ ευλογηθησονται SCRἘνευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη. Ὥστε οἱ ἐκ πίστεως εὐλογοῦνται σὺν τῷ πιστῷ Ἀβραάμ.
10 Ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσίν, ὑπὸ κατάραν εἰσί· γέγραπται γαρ ¦ γαρ οτι CTγάρ, Ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει εν ¦ — CTἐν πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου, τοῦ ποιῆσαι αὐτά. 11 Ὅτι δὲ ἐν νόμῳ οὐδεὶς δικαιοῦται παρὰ τῷ Θεῷ, δῆλον· ὅτι Ὁ δίκαιος ἐκ πίστεως ζήσεται· 12 ὁ δὲ νόμος οὐκ ἔστιν ἐκ πίστεως, § αλλ ¦ αλλα THἀλλ᾽ Ὁ ποιήσας αὐτὰ * ανθρωπος 92.6% ¦ — CT 6.6%ἄνθρωπος ζήσεται ἐν αὐτοῖς. 13 Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα· γεγραπται γαρ ¦ οτι γεγραπται CTγέγραπται γάρ, Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου· 14 ἵνα εἰς τὰ ἔθνη ἡ εὐλογία τοῦ Ἀβραὰμ γένηται ἐν χριστω ιησου ¦ ιησου χριστω WHΧριστῷ Ἰησοῦ, ἵνα τὴν ἐπαγγελίαν τοῦ πνεύματος λάβωμεν διὰ τῆς πίστεως.
15 Ἀδελφοί, κατὰ ἄνθρωπον λέγω· ὅμως ἀνθρώπου κεκυρωμένην διαθήκην οὐδεὶς ἀθετεῖ ἢ ἐπιδιατάσσεται. 16 Τῷ δὲ Ἀβραὰμ § ερρηθησαν ¦ ερρεθησαν ANT CT HF PCKἐρρήθησαν αἱ ἐπαγγελίαι, καὶ τῷ σπέρματι αὐτοῦ. Οὐ λέγει, Καὶ τοῖς σπέρμασιν, ὡς ἐπὶ πολλῶν, ἀλλ᾽ ὡς ἐφ᾽ ἑνός, Καὶ τῷ σπέρματί σου, ὅς ἐστι Χριστός. 17 Τοῦτο δὲ λέγω, διαθήκην προκεκυρωμένην ὑπὸ τοῦ Θεοῦ * εις χριστον ¦ — CTεἰς Χριστὸν ὁ μετὰ ετη τετρακοσια και τριακοντα ¦ τετρακοσια και τριακοντα ετη CTἔτη τετρακόσια καὶ τριάκοντα γεγονὼς νόμος οὐκ ἀκυροῖ, εἰς τὸ καταργῆσαι τὴν ἐπαγγελίαν. 18 Εἰ γὰρ ἐκ νόμου ἡ κληρονομία, οὐκέτι ἐξ ἐπαγγελίας· τῷ δὲ Ἀβραὰμ δι᾽ ἐπαγγελίας κεχάρισται ὁ Θεός.
19 Τί οὖν ὁ νόμος; Τῶν παραβάσεων χάριν προσετέθη, ἄχρις ου ¦ αν WHοὗ ἔλθῃ τὸ σπέρμα ᾧ ἐπήγγελται, διαταγεὶς δι᾽ ἀγγέλων ἐν χειρὶ μεσίτου. 20 Ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν, ὁ δὲ Θεὸς εἷς ἐστιν.
21 Ὁ οὖν νόμος κατὰ τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ; Μὴ γένοιτο. Εἰ γὰρ ἐδόθη νόμος ὁ δυνάμενος ζῳοποιῆσαι, ὄντως § αν εκ νομου 84.8% ¦ εκ νομου αν NA SBL TH 1.3% ¦ εν νομω αν WH 0.2%ἂν ἐκ νόμου ἦν ἡ δικαιοσύνη. 22 Ἀλλὰ συνέκλεισεν ἡ γραφὴ τὰ πάντα ὑπὸ ἁμαρτίαν, ἵνα ἡ ἐπαγγελία ἐκ πίστεως Ἰησοῦ Χριστοῦ δοθῇ τοῖς πιστεύουσι.
23 Πρὸ * του δε ¦ δε του ANTτοῦ δὲ ἐλθεῖν τὴν πίστιν, ὑπὸ νόμον ἐφρουρούμεθα, συγκεκλεισμενοι ¦ συγκλειομενοι NA SBL ¦ συνκλειομενοι TH WHσυγκεκλεισμένοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι. 24 Ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν. 25 Ἐλθούσης δὲ τῆς πίστεως, οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν. 26 Πάντες γὰρ υἱοὶ Θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ. 27 Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. 28 Οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· πάντες γὰρ ὑμεῖς εἷς ἐστὲ ἐν Χριστῷ Ἰησοῦ. 29 Εἰ δὲ ὑμεῖς Χριστοῦ, ἄρα τοῦ Ἀβραὰμ σπέρμα ἐστέ, και ¦ — CTκαὶ κατ᾽ ἐπαγγελίαν κληρονόμοι.

*3:1 εβασκανε ¦ εβασκηνε PCK

3:1 τη αληθεια μη πειθεσθαι 92% ¦ — CT 3.1%

3:1 εν υμιν 86.5% ¦ — CT 9%

§3:7 εισιν υιοι ¦ υιοι εισιν CT

*3:8 ενευλογηθησονται ¦ ευλογηθησονται SCR

3:10 γαρ ¦ γαρ οτι CT

3:10 εν ¦ — CT

§3:12 αλλ ¦ αλλα TH

*3:12 ανθρωπος 92.6% ¦ — CT 6.6%

3:13 γεγραπται γαρ ¦ οτι γεγραπται CT

3:14 χριστω ιησου ¦ ιησου χριστω WH

§3:16 ερρηθησαν ¦ ερρεθησαν ANT CT HF PCK

*3:17 εις χριστον ¦ — CT

3:17 ετη τετρακοσια και τριακοντα ¦ τετρακοσια και τριακοντα ετη CT

3:19 ου ¦ αν WH

§3:21 αν εκ νομου 84.8% ¦ εκ νομου αν NA SBL TH 1.3% ¦ εν νομω αν WH 0.2%

*3:23 του δε ¦ δε του ANT

3:23 συγκεκλεισμενοι ¦ συγκλειομενοι NA SBL ¦ συνκλειομενοι TH WH

3:29 και ¦ — CT