6
Διό, ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ Χριστοῦ λόγον, ἐπὶ τὴν τελειότητα φερώμεθα, μὴ πάλιν θεμέλιον καταβαλλόμενοι μετανοίας ἀπὸ νεκρῶν ἔργων, καὶ πίστεως ἐπὶ Θεόν, βαπτισμῶν * διδαχης ¦ διδαχην SBL WHδιδαχῆς, ἐπιθέσεώς τε χειρῶν, ἀναστάσεώς τε ¦ — WHτε νεκρῶν, καὶ κρίματος αἰωνίου. Καὶ τοῦτο ποιησωμεν ¦ ποιησομεν ANT CT PCK TRποιήσωμεν, ἐάνπερ ἐπιτρέπῃ ὁ Θεός. Ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτισθέντας, γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου, καὶ μετόχους γενηθέντας Πνεύματος Ἁγίου, καὶ καλὸν γευσαμένους Θεοῦ ῥῆμα, δυνάμεις τε μέλλοντος αἰῶνος, καὶ παραπεσόντας, πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν, ἀνασταυροῦντας ἑαυτοῖς τὸν υἱὸν τοῦ Θεοῦ καὶ παραδειγματίζοντας. Γῆ γὰρ ἡ πιοῦσα τὸν ἐπ᾽ αὐτῆς § πολλακις ερχομενον ¦ ερχομενον πολλακις CTπολλάκις ἐρχόμενον ὑετόν, καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις δι᾽ οὓς καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας ἀπὸ τοῦ Θεοῦ· ἐκφέρουσα δὲ ἀκάνθας καὶ τριβόλους, ἀδόκιμος καὶ κατάρας ἐγγύς, ἧς τὸ τέλος εἰς καῦσιν.
Πεπείσμεθα δὲ περὶ ὑμῶν, ἀγαπητοί, τὰ * κρεισσονα ¦ κρειττονα ANT TRκρείσσονα καὶ ἐχόμενα σωτηρίας, εἰ καὶ οὕτω λαλοῦμεν· 10 οὐ γὰρ ἄδικος ὁ Θεὸς ἐπιλαθέσθαι τοῦ ἔργου ὑμῶν, καὶ του κοπου 86.6% ¦ — CT 8.6%τοῦ κόπου τῆς ἀγάπης ἧς ενεδειξασθε ¦ ενδειξασθε HF SCRἐνεδείξασθε εἰς τὸ ὄνομα αὐτοῦ, διακονήσαντες τοῖς ἁγίοις καὶ διακονοῦντες. 11 Ἐπιθυμοῦμεν δὲ ἕκαστον ὑμῶν τὴν αὐτὴν ἐνδείκνυσθαι σπουδὴν πρὸς τὴν πληροφορίαν τῆς ἐλπίδος ἄχρι τέλους· 12 ἵνα μὴ νωθροὶ γένησθε, μιμηταὶ δὲ τῶν διὰ πίστεως καὶ μακροθυμίας κληρονομούντων τὰς ἐπαγγελίας.
13 Τῷ γὰρ Ἀβραὰμ ἐπαγγειλάμενος ὁ Θεός, ἐπεὶ κατ᾽ οὐδενὸς εἶχε μείζονος ὀμόσαι, ὤμοσε καθ᾽ ἑαυτοῦ, 14 λέγων, § η ¦ ει CTἮ μὴν εὐλογῶν εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ σε. 15 Καὶ οὕτω μακροθυμήσας ἐπέτυχε τῆς ἐπαγγελίας. 16 Ἄνθρωποι * μεν ¦ — CTμὲν γὰρ κατὰ τοῦ μείζονος ὀμνύουσι, καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας εἰς βεβαίωσιν ὁ ὅρκος. 17 Ἐν ᾧ περισσότερον βουλόμενος ὁ Θεὸς ἐπιδεῖξαι τοῖς κληρονόμοις τῆς ἐπαγγελίας τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ, ἐμεσίτευσεν ὅρκῳ, 18 ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι θεον ¦ τον θεον NAΘεόν, ἰσχυρὰν παράκλησιν ἔχωμεν οἱ καταφυγόντες κρατῆσαι τῆς προκειμένης ἐλπίδος· 19 ἣν ὡς ἄγκυραν ἔχομεν τῆς ψυχῆς ἀσφαλῆ τε καὶ βεβαίαν, καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος· 20 ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς, κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀρχιερεὺς γενόμενος εἰς τὸν αἰῶνα.

*6:2 διδαχης ¦ διδαχην SBL WH

6:2 τε ¦ — WH

6:3 ποιησωμεν ¦ ποιησομεν ANT CT PCK TR

§6:7 πολλακις ερχομενον ¦ ερχομενον πολλακις CT

*6:9 κρεισσονα ¦ κρειττονα ANT TR

6:10 του κοπου 86.6% ¦ — CT 8.6%

6:10 ενεδειξασθε ¦ ενδειξασθε HF SCR

§6:14 η ¦ ει CT

*6:16 μεν ¦ — CT

6:18 θεον ¦ τον θεον NA