7
Οὗτος γὰρ ὁ Μελχισεδέκ, βασιλεὺς Σαλήμ, ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου, ὁ συναντήσας Ἀβραὰμ ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν βασιλέων καὶ εὐλογήσας αὐτόν, ᾧ καὶ δεκάτην ἀπὸ πάντων ἐμέρισεν Ἀβραάμ—πρῶτον μὲν ἑρμηνευόμενος βασιλεὺς δικαιοσύνης, ἔπειτα δὲ καὶ βασιλεὺς Σαλήμ, ὅ ἐστι βασιλεὺς εἰρήνης· ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος ἔχων, ἀφωμοιωμένος δὲ τῷ υἱῷ τοῦ Θεοῦ—μένει ἱερεὺς εἰς τὸ διηνεκές.
Θεωρεῖτε δὲ πηλίκος οὗτος, ᾧ * και ¦ — SBL WHκαὶ δεκάτην Ἀβραὰμ ἔδωκεν ἐκ τῶν ἀκροθινίων ὁ πατριάρχης. Καὶ οἱ μὲν ἐκ τῶν υἱῶν λευι ¦ λευει TH WHΛευῒ τὴν ιερατειαν ¦ ιερατιαν WHἱερατείαν λαμβάνοντες ἐντολὴν ἔχουσιν § αποδεκατουν ¦ αποδεκατοιν WHἀποδεκατοῦν τὸν λαὸν κατὰ τὸν νόμον, τοῦτ᾽ ἔστι τοὺς ἀδελφοὺς αὐτῶν, καίπερ ἐξεληλυθότας ἐκ τῆς ὀσφύος Ἀβραάμ· ὁ δὲ μὴ γενεαλογούμενος ἐξ αὐτῶν δεδεκάτωκε * τον ¦ — CTτὸν Ἀβραάμ, καὶ τὸν ἔχοντα τὰς ἐπαγγελίας εὐλόγηκε. Χωρὶς δὲ πάσης ἀντιλογίας, τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται. Καὶ ὧδε μὲν δεκάτας ἀποθνῄσκοντες ἄνθρωποι λαμβάνουσιν· ἐκεῖ δέ, μαρτυρούμενος ὅτι ζῇ. Καί, ὡς ἔπος εἰπεῖν, δια ¦ δι CTδιὰ Ἀβραὰμ καὶ λευι ¦ λευεις TH WHΛευῒ ὁ δεκάτας λαμβάνων δεδεκάτωται· 10 ἔτι γὰρ ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς ἦν, ὅτε συνήντησεν αὐτῷ § ο ¦ — CTὁ Μελχισεδέκ.
11 Εἰ μὲν οὖν τελείωσις διὰ τῆς * λευιτικης ¦ λευειτικης TH WHΛευϊτικῆς ἱερωσύνης ἦν—ὁ λαὸς γὰρ ἐπ᾽ αυτη νενομοθετητο ¦ αυτης νενομοθετηται CTαὐτῇ νενομοθέτητο—τίς ἔτι χρεία, κατὰ τὴν τάξιν Μελχισεδὲκ ἕτερον ἀνίστασθαι ἱερέα, καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεσθαι; 12 Μετατιθεμένης γὰρ τῆς ἱερωσύνης, ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται. 13 Ἐφ᾽ ὃν γὰρ λέγεται ταῦτα, φυλῆς ἑτέρας μετέσχηκεν, ἀφ᾽ ἧς οὐδεὶς προσέσχηκε τῷ θυσιαστηρίῳ. 14 Πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος ἡμῶν, εἰς ἣν φυλὴν ουδεν περι ιερωσυνης μωυσης 63.4% ¦ ουδεν περι ιερωσυνης μωσης TR 20.2% ¦ περι ιερεων ουδεν μωυσης CT 1.5%οὐδὲν περὶ ἱερωσύνης Μωϋσῆς ἐλάλησε.
15 Καὶ περισσότερον ἔτι κατάδηλόν ἐστιν, εἰ κατὰ τὴν ὁμοιότητα Μελχισεδὲκ ἀνίσταται ἱερεὺς ἕτερος, 16 ὃς οὐ κατὰ νόμον ἐντολῆς § σαρκικης ¦ σαρκινης CT PCKσαρκικῆς γέγονεν, ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου· 17  * μαρτυρει ¦ μαρτυρειται CTμαρτυρεῖ γὰρ ὅτι
 
Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα
κατὰ τὴν τάξιν Μελχισεδέκ.
 
18 Ἀθέτησις μὲν γὰρ γίνεται προαγούσης ἐντολῆς, διὰ τὸ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές· 19 οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος, ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος, δι᾽ ἧς ἐγγίζομεν τῷ Θεῷ.
20 Καὶ καθ᾽ ὅσον οὐ χωρὶς ὁρκωμοσίας—οἱ μὲν γὰρ χωρὶς ὁρκωμοσίας εἰσὶν ἱερεῖς γεγονότες, 21 ὁ δὲ μετα ¦ μετ THμετὰ ὁρκωμοσίας, διὰ τοῦ λέγοντος πρὸς αὐτόν,
 
Ὤμοσε Κύριος
καὶ οὐ μεταμεληθήσεται,
Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα
κατα την ταξιν μελχισεδεκ 97.8% ¦ — CT 1.9%κατὰ τὴν τάξιν Μελχισεδέκ—
 
22 κατὰ § τοσουτον ¦ τοσουτο και NA TH WH ¦ τοσουτο SBLτοσοῦτον κρείττονος διαθήκης γέγονεν ἔγγυος Ἰησοῦς.
23 Καὶ οἱ μὲν πλείονές εἰσι γεγονότες ἱερεῖς, διὰ τὸ θανάτῳ κωλύεσθαι παραμένειν· 24 ὁ δέ, διὰ τὸ μένειν αὐτὸν εἰς τὸν αἰῶνα, ἀπαράβατον ἔχει τὴν ἱερωσύνην. 25 Ὅθεν καὶ σῴζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους δι᾽ αὐτοῦ τῷ Θεῷ, πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν.
26 Τοιοῦτος γὰρ ἡμῖν * επρεπεν ¦ και επρεπεν CTἔπρεπεν ἀρχιερεύς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν, καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος· 27 ὃς οὐκ ἔχει καθ᾽ ἡμέραν ἀνάγκην, ὥσπερ οἱ ἀρχιερεῖς, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν, ἔπειτα τῶν τοῦ λαοῦ· τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ, ἑαυτὸν ἀνενέγκας. 28 Ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς, ἔχοντας ἀσθένειαν· ὁ λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον, υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον.

*7:4 και ¦ — SBL WH

7:5 λευι ¦ λευει TH WH

7:5 ιερατειαν ¦ ιερατιαν WH

§7:5 αποδεκατουν ¦ αποδεκατοιν WH

*7:6 τον ¦ — CT

7:9 δια ¦ δι CT

7:9 λευι ¦ λευεις TH WH

§7:10 ο ¦ — CT

*7:11 λευιτικης ¦ λευειτικης TH WH

7:11 αυτη νενομοθετητο ¦ αυτης νενομοθετηται CT

7:14 ουδεν περι ιερωσυνης μωυσης 63.4% ¦ ουδεν περι ιερωσυνης μωσης TR 20.2% ¦ περι ιερεων ουδεν μωυσης CT 1.5%

§7:16 σαρκικης ¦ σαρκινης CT PCK

*7:17 μαρτυρει ¦ μαρτυρειται CT

7:21 μετα ¦ μετ TH

7:21 κατα την ταξιν μελχισεδεκ 97.8% ¦ — CT 1.9%

§7:22 τοσουτον ¦ τοσουτο και NA TH WH ¦ τοσουτο SBL

*7:26 επρεπεν ¦ και επρεπεν CT