4
Λέγω δέ, ἐφʼ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου κύριος πάντων ὤν, ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶ καὶ οἰκονόμους ἄχρι τῆς προθεσμίας τοῦ πατρός. οὕτως καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ⸀ἤμεθα* ἤμεθα WH NA28 ] ἦμεν Treg RPδεδουλωμένοι· ὅτε δὲ ἦλθεν τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν. ὅτι δέ ἐστε υἱοί, ἐξαπέστειλεν ὁ θεὸς τὸ πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ⸀ἡμῶν ἡμῶν WH Treg NA28 ] ὑμῶν RP κρᾶζον· Αββα ὁ πατήρ. ὥστε οὐκέτι εἶ δοῦλος ἀλλὰ υἱός· εἰ δὲ υἱός, καὶ κληρονόμος ⸂διὰ θεοῦ διὰ θεοῦ WH Treg NA28 ] θεοῦ διὰ Χριστοῦ RP.
Ἀλλὰ τότε μὲν οὐκ εἰδότες θεὸν ἐδουλεύσατε τοῖς ⸂φύσει μὴ§ φύσει μὴ WH Treg NA28 ] μὴ φύσει RP οὖσι θεοῖς· νῦν δὲ γνόντες θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ θεοῦ, πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα, οἷς πάλιν ἄνωθεν ⸀δουλεύειν* δουλεύειν NA28 RP ] δουλεῦσαι WH Tregθέλετε; 10 ἡμέρας παρατηρεῖσθε καὶ μῆνας καὶ καιροὺς καὶ ἐνιαυτούς. 11 φοβοῦμαι ὑμᾶς μή πως εἰκῇ κεκοπίακα εἰς ὑμᾶς.
12 Γίνεσθε ὡς ἐγώ, ὅτι κἀγὼ ὡς ὑμεῖς, ἀδελφοί, δέομαι ὑμῶν. οὐδέν με ἠδικήσατε· 13 οἴδατε δὲ ὅτι διʼ ἀσθένειαν τῆς σαρκὸς εὐηγγελισάμην ὑμῖν τὸ πρότερον, 14 καὶ τὸν πειρασμὸν ⸀ὑμῶν ὑμῶν WH Treg NA28 ] μου τὸν RPἐν τῇ σαρκί μου οὐκ ἐξουθενήσατε οὐδὲ ἐξεπτύσατε, ἀλλὰ ὡς ἄγγελον θεοῦ ἐδέξασθέ με, ὡς Χριστὸν Ἰησοῦν. 15 ⸀ποῦ ποῦ WH Treg NA28 ] Τίς RP ⸀οὖν§ οὖν WH Treg NA28 ] + ἦν RP ὁ μακαρισμὸς ὑμῶν; μαρτυρῶ γὰρ ὑμῖν ὅτι εἰ δυνατὸν τοὺς ὀφθαλμοὺς ὑμῶν ⸀ἐξορύξαντες* ἐξορύξαντες WH Treg NA28 ] + ἂν RPἐδώκατέ μοι. 16 ὥστε ἐχθρὸς ὑμῶν γέγονα ἀληθεύων ὑμῖν; 17 ζηλοῦσιν ὑμᾶς οὐ καλῶς, ἀλλὰ ἐκκλεῖσαι ὑμᾶς θέλουσιν, ἵνα αὐτοὺς ζηλοῦτε. 18 καλὸν ⸀δὲ δὲ WH Treg NA28 ] + τὸ RPζηλοῦσθαι ἐν καλῷ πάντοτε, καὶ μὴ μόνον ἐν τῷ παρεῖναί με πρὸς ὑμᾶς, 19 ⸀τέκνα τέκνα Treg NA28 ] τεκνία WH RP μου, οὓς πάλιν ὠδίνω ⸀μέχρις§ μέχρις WH Treg NA28 ] ἄχρι RPοὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν· 20 ἤθελον δὲ παρεῖναι πρὸς ὑμᾶς ἄρτι, καὶ ἀλλάξαι τὴν φωνήν μου, ὅτι ἀποροῦμαι ἐν ὑμῖν.
21 Λέγετέ μοι, οἱ ὑπὸ νόμον θέλοντες εἶναι, τὸν νόμον οὐκ ἀκούετε; 22 γέγραπται γὰρ ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευθέρας· 23 ἀλλʼ ὁ μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται, ὁ δὲ ἐκ τῆς ἐλευθέρας ⸀διʼ* διʼ WH Treg NA28 ] διὰ τῆς RPἐπαγγελίας. 24 ἅτινά ἐστιν ἀλληγορούμενα· αὗται γάρ εἰσιν δύο διαθῆκαι, μία μὲν ἀπὸ ὄρους Σινᾶ, εἰς δουλείαν γεννῶσα, ἥτις ἐστὶν Ἁγάρ, 25 τὸ ⸀δὲ δὲ WH NA28 ] γὰρ RP Treg Ἁγὰρ γὰρ WH Treg NA28 ] δὲ RPΣινᾶ ὄρος ἐστὶν ἐν τῇ Ἀραβίᾳ, συστοιχεῖ δὲ τῇ νῦν Ἰερουσαλήμ, δουλεύει ⸀γὰρ μετὰ τῶν τέκνων αὐτῆς· 26 ἡ δὲ ἄνω Ἰερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶν ⸀μήτηρ§ μήτηρ WH Treg NA28 ] + πάντων RPἡμῶν· 27 γέγραπται γάρ· Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα· ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα. 28 ⸂ὑμεῖς δέ, ἀδελφοί, κατὰ Ἰσαὰκ ἐπαγγελίας τέκνα ἐστέ* ὑμεῖς δέ … τέκνα ἐστέ Treg NA28 ] ἡμεῖς δὲ … τέκνα ἐσμέν WH RP· 29 ἀλλʼ ὥσπερ τότε ὁ κατὰ σάρκα γεννηθεὶς ἐδίωκε τὸν κατὰ πνεῦμα, οὕτως καὶ νῦν. 30 ἀλλὰ τί λέγει ἡ γραφή; Ἔκβαλε τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς, οὐ γὰρ μὴ ⸀κληρονομήσει κληρονομήσει WH Treg NA28 ] κληρονομήσῃ RPὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας. 31 ⸀διό διό WH Treg NA28 ] Ἄρα RP ἀδελφοί, οὐκ ἐσμὲν παιδίσκης τέκνα ἀλλὰ τῆς ἐλευθέρας.

*4:3 ἤμεθα WH NA28 ] ἦμεν Treg RP

4:6 ἡμῶν WH Treg NA28 ] ὑμῶν RP

4:7 διὰ θεοῦ WH Treg NA28 ] θεοῦ διὰ Χριστοῦ RP

§4:8 φύσει μὴ WH Treg NA28 ] μὴ φύσει RP

*4:9 δουλεύειν NA28 RP ] δουλεῦσαι WH Treg

4:14 ὑμῶν WH Treg NA28 ] μου τὸν RP

4:15 ποῦ WH Treg NA28 ] Τίς RP

§4:15 οὖν WH Treg NA28 ] + ἦν RP

*4:15 ἐξορύξαντες WH Treg NA28 ] + ἂν RP

4:18 δὲ WH Treg NA28 ] + τὸ RP

4:19 τέκνα Treg NA28 ] τεκνία WH RP

§4:19 μέχρις WH Treg NA28 ] ἄχρι RP

*4:23 διʼ WH Treg NA28 ] διὰ τῆς RP

4:25 δὲ WH NA28 ] γὰρ RP Treg

4:25 γὰρ WH Treg NA28 ] δὲ RP

§4:26 μήτηρ WH Treg NA28 ] + πάντων RP

*4:28 ὑμεῖς δέ … τέκνα ἐστέ Treg NA28 ] ἡμεῖς δὲ … τέκνα ἐσμέν WH RP

4:30 κληρονομήσει WH Treg NA28 ] κληρονομήσῃ RP

4:31 διό WH Treg NA28 ] Ἄρα RP